Ὢ τοῦ παραδόξου θαύματος!….Εὐφραίνου Γεθσημανῆ….Ἀγάλλονται γηγενεῖς….η Κοίμηση, Μετάσταση γίνεται..!

Ὢ τοῦ παραδόξου θαύματος!….Εὐφραίνου Γεθσημανῆ….Ἀγάλλονται γηγενεῖς….η Κοίμηση, Μετάσταση γίνεται..!

Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται, Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος, βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος

Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος

Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

«Θεαρχίω νεύματι, πάντοθεν οι θεοφόροι Απόστολοι, υπό νεφών μεταρσίως αιρόμενοι. Καταλαβόντες το πανάχραντον, και ζωαρχικόν σου σκήνος, εξόχως ησπάζοντο. Αι δε υπέρτατοι των ουρανών Δυνάμεις, συν τω οικείω Δεσπότη παραγενόμεναι. Το θεοδόχον και ακραιφνέστατον σώμα προπέμπουσι, τω δέει κρατούμεναι, υπερκοσμίως δε προώχοντο, και αοράτως εβόων, ταίς ανωτέραις ταξιαρχίαις• ιδού η παντάνασσα θεόπαις παραγέγονεν.

Άρατε πύλας, και ταύτην υπερκοσμίως υποδέξασθε, την του αενάου φωτός Μητέρα. Διά ταύτης γαρ η παγγενής των βροτών σωτηρία γέγονεν, η ατενίζειν ουκ ισχύομεν, και ταύτη άξιον γέρας απονέμειν αδύνατον. Ταύτης γαρ το υπερβάλλον, υπερέχει πάσαν έννοιαν. Διό άχραντε Θεοτόκε, αεί συν ζωηφόρω Βασιλεί, και τόκω ζώσα, πρέσβευε διηνεκώς, περιφρουρήσαι και σώσαι, από πάσης προσβολής εναντίας την νεολαίαν σου• την γαρ σην προστασίαν κεκτήμεθα. Εις τους αιώνας, αγλαοφανώς μακαρίζοντες».

dimpenews.com